Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/143

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
σείων ἐγχείην· τοῦ δ’ ὄτρυνεν μένος Ἄρης,
τὰ φρονέων ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη.
τὸν δ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 565
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν,
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν. 570
Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε.
οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 575
Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
τὸν μὲν ἄρ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
ἑσταότ’ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα 580
ἐσθλὸν Ἀτυμνιάδην—ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππους—
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ’ ἄρα χειρῶν
ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἀντίλοχος δ’ ἄρ’ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 585
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
δηθὰ μάλ’ ἑστήκει—τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης—
ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
τοὺς ἵμασ’ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ’ Ἀχαιῶν.
Τοὺς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺς 590
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραί· ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ,