Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/133

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ’ ἐπαΐξαι μεμνημένος ἵππων,
ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.
τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς 265
δῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε,
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης,
λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. 270
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ,
τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.»
Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους. 275
τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
«καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱέ,
ἦ μάλα σ’ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.»
Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 280
καὶ βάλε Τυδεΐδαο κατ’ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
«βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ’ ὀΐω
δηρὸν ἔτ’ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας.» 285
Τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
«ἤμβροτες οὐδ’ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω
πρίν γ’ ἀποπαύσεσθαι πρίν γ’ ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.»
Ὣς φάμενος προέηκε· βέλος δ’ ἴθυνεν Ἀθήνη 290