ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.» 325
Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ 330
ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. 335
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους; 340
σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι·
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα 345
οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον·
νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.»
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; 350
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/116
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ