Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/115

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ

οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι,
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε 295
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλούς,
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. 300
ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
«μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
μηδ’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. 305
ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται,
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.»
Ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· 310
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις 315
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· 320
εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.