ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι.»
Τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 265
«Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν
Τρῶες· τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω 270
ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.»
Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 275
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν 280
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, 285
σφῶϊ μέν—οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν—οὔ τι κελεύω·
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 290
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.»
Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους·
ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητήν,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/114
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ