Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/53

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
cap. 2.29
λόγος καθολικός.

τοῦτό ἐστιν ὁ θεός. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθόν, ἐπεὶ ἀσεβεῖς, ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβεῖς. 16 λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων. διὰ τοῦτο οὐδὲ ὁ θεὸς νοεῖται ὑπὸ πάντων, ἀλλ' ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἀν. ἀλλοτριώτατοι γάρ εἰσι τοῦ θεοῦ, τὸ δὲ ἀγαθὸν ἀχώριστον τοῦ θεοῦ, ὡς αὐτὸς ὁ θεὸς ὢν τὸ ἀγαθόν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες ἀθάνατοι λέγονται τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθόν, οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν. μία γὰρ ἡ φύσις τοῦ θεοῦ τὸ ἀγαθόν καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα. ὁ γὰρ ἀγαθὸς ἅπαντά ἐστι διδοὺς καὶ μηδὲν λαμβάνων. ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει. ὁ οὖν θεὸς τἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. 17 ἡ δὲ ἑτέρα προσηγορία