Μετάβαση στο περιεχόμενο

Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/29

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.5
Ποιμάνδρης

καὶ φῶς ὑπάρχων, ἀπεκύησε λόγῳ ἕτερον νοῦν δημιουργόν, ὃς θεὸς τοῦ πυρὸς καὶ πνεύματος ὤν ἐδημιούργησε διοικητάς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον. καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται.

10 Ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν τῆς φύσεως δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ· ὁμοούσιος γὰρ ἦν. καὶ κατελείφθη τὰ ἄλογα τὰ κατωφερῆ τῆς φύσεως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. 11 ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, ὁ περιέχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ' ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος. ἄρχεται γάρ, οὗ λήγει. ἡ δὲ τούτων περιφορά, καθὼς θέλει ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῶα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἐπεῖχε τὸν λόγον· ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά· διακεχώρισται δὲ ἀπ' ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ, κα-

1. ὑπάρχων om. A,║ λόγῳ] λόγον B.3. ἑπτά τινας A.4. αἰσθητικὸν A.6. post στοιχείων libri addunt τοῦ θεοῦ, expunxit Tied.9. κατελήφθη Patr.11. περιέχων] sic AB, περιέσχων edd.13. ἀεὶ] sic Patr. om. reliqui.14. θέλει] ἠθέλησεν A.║ ἐκ] καὶ ἐκ Turn. Fluss.