τούτων ἐστὶν ἡ ζωή. Εὐχαριστῶ σοι, ἔφην ἔγω. Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο, φησίν.
7 Καὶ εἰπὼν ταῦτα ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσαντος δέ θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον, καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἐσχηκέναι κρατούμενον. ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρου λόγον.
8 Ὡς δὲ ἦν ἐν ἐκπλήξει φησὶ πάλιν ἐμοί, Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος τὸ προϋπάρχον τῆς ἀρχῆς τῆς ἀπεράντου. ταῦτα ὁ Ποιμάνδρης ἐμοί. Τὰ οὖν, ἐγώ φημι, στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; Πάλιν ἐκεῖνος πρὸς ταῦτα, Ἐκ βουλῆς θεοῦ, ἥτις λαβοῦσα τὸν λόγον, καὶ ἰδοῦσα τὸν καλὸν κόσμον, ἐμιμήσατο, κοσμοποιηθεῖσα διὰ τῶν ἑαυτῆς στοιχείων καὶ γεννημάτων ψυχῶν. 9 ὁ δὲ νοῦς ὁ θεός, ἀρρενόθηλυς ὤν, ζωὴ