Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/674

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5—7.519
PERIPLOUS MARIS EXTERI. LIBER I.

της τὸ στόμα· ἑτέρωθεν γὰρ οὐκ ἄν τις ἐκπλεύσειεν ἀπὸ τῆς ἔσω θαλάσσης εἰς τὸν ὠκεανὸν πλὴν διὰ τοῦ εἰρημένου Ἡρακλείου πορθμοῦ. Ἐκτείνεται δέ ἡ καθʼ ἡμᾶς αὕτη θάλασσα καὶ μέχρι τῆς Αἰγύπτου, ἥτις ὑπόκειται τῇ μεσημβρίᾳ, ὡς ἀντικεῖσθαι τῷ Ἀραβίῳ κόλπῳ τὸ καθʼ ἡμᾶς καλούμενον Αἰγύπτιον πέλαγος, καὶ γίνεσθαι μέγαν ἰσθμὸν τὴν μεταξὺ γῆν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς καθʼ ἡμᾶς κατὰ τοῦτο τὸ μέρος θαλάσσης. Τὸν μέν οὖν περίπλουν τῆς θαλάττης ταύτης διὰ τῆς ἐπιτομῆς τῶν ιαʹ βιβλίων Ἀρτεμιδώρου τοῦ γεωγράφου σαφῆ κατεστήσαμεν, ὡς προείρηται· τῶν δὲ ἔξω θαλασσῶν ἤτοι ὠκεανῶν ἑῴου καὶ ἑσπερίου, οἰκεῖον ὑποστάντες πόνον, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα.

4. Ἐρατοσθένης μὲν ὁ Κυρηναῖος τήν μεγίστην περιφέρειαν τῆς (ἐγγνωσμένης) ἁπάσης γῆς εἶναι λέγει σταδίους M. κεʹ καὶ ͵θσ. Οὕτω δὲ καὶ Διονύσιος ὁ τοῦ Διογένους ἀναμεμέτρηκεν. Πτολομαῖος δὲ ὁ θειότατος, τῇ μὲν πείρα καὶ ἀληθεῖ παιδεύσει πρεσβύτερος, τοῖς δὲ χρόνοις Ἐρατοσθένους νεώτερος, σταδίων M. ιηʹ τὴν γῆν ἀπέδειξεν εἶναι, καὶ τοῦ μὲν πλάτους εἶναι τῆς γῆς συνέστηκεν πʹ μοίρας μεσημβρινὰς, τοῦ δὲ μήκους ρπʹ. Ἐν τούτῳ δὲ τῷ μέτρῳ περιέχεται ἡ οἰκουμένη εἰς τρεῖς διαιρεθεῖσα τομὰς ἠπείρων, εἰς τε Ἀσίαν καὶ σ Λιβύην καὶ Εὐρώπην, ὥσπερ ἅπασιν ἔγνωσται. Τὴν μὲν οὖν Εὐρώπην ἀπὸ τῆς Λιβύης διορίζει τὸ κατὰ Γάδειρα στόμα τοῦ ὠκεανοῦ, ὅπερ Ἡράκλειον καλοῦσι πορθμὸν, διʼ οὗ τὴν εἰσροήν τὸν ὠκεανὸν εἰς τὴν ἡμετέραν ποιεῖσθαι θάλασσαν προείπομεν· καὶ πάλιν ὁ Τάναϊς ποταμὸς (ὅστις) τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας ὁμοίως κατὰ τὸ ἀρκτῷον διορίζει μέρος, εἰς τὴν Μαιῶ-