Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/673

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
518(4, 5.)
MARCIANI HERACLEENSIS

αἰγιαλὸν αὐτὸν ἐν περιγραφῇ σταδίων ρʹ ὑπάρχων· τοῦτον εἰ μέν τις πλησίον καὶ παρʼ αὐτήν τὴν ᾐόνα περιπλέοι, ἐλάττονας μέν εὑρήσει σταδίους τοῦ κατʼ αὐτὸν τὸν αἰγιαλὸν βαδίζοντος, τῆς δὲ ἀληθείας οὐ πολὺ διαμμαρτήσει· εἰ δέ τες ἐνδοτέρω περιπτλεύσειε τὸν αὐτὸν κόλπον, ἥττονας τοῦ παρὰ τὸν αἰγιαλὸν πλεύσαντος εὑρήσει σταδίους, καὶ τοῦτο τοσαυτάκις ἂν εὕροι, ὁσάκις ὄν εἰς βραχύτερον περιάγοι τοῦ περίπλου τὸν κύκλον. Ὥσπερ γὰρ ἐπὶ τῶν περιφερειῶν εἶ τις μετὰ τὴν ἔξωθεν γραμμὴν ἑτέραν ἔνδοθεν περιγράψειε περιφέρειαν τὰ αὐτὰ πέρατα ἔχουσαν, καὶ πάλιν ἄλλην καὶ μετ’ ἐκείνην ἑτέραν, ἡ δευτέρα περιφέρεια ἔλάττων εὑρεθήσεται τῆς προτέρας, καὶ πάλιν ἡ τρίτη τῆς δευτέρας, ὁμοίως καὶ ἡ τετάρτη τῆς τρίτης, καὶ ἀκολούθως οὕτω γινόμεναι δεικνύοιντο ἂν, εἶ τις ἐφεξῆς τοῦτο ποιοίη· οὕτω καὶ ἐπὶ τῶν κόλπων, καθάπερ ἔν τινι περγραφῇ περιφερειῶν, ἔξεστι τοῖς περιπλέουσι καὶ διὰ πλειόνων σταδίων ποιεῖσθαι τὸν πλοῦν, καὶ διʼ ἐλαττόνων. Τοῦτο δὲ καὶ ἐκ τῶν διάπλων σαφές ἂν κατασταίη. Εἰ γάρ τις μή περιπλεῖν ἐθέλοι τὸν κόλπον, ἀλλὰ διαπλεῖν ἐπʼ εὐθείας, βραχύτατος ἂν ὁ διάπλους ὀφθείη, ὤστʼ εἰκότως ἐπὶ τῇ τῶν περιπλεόντων κεῖσθαι γνώμῃ τὸν ἀριθμὸν τῶν σταδίων ἐν τοῖς κόλποις καὶ τοῖς ἀκρωτηρίοις. Διὰ δὴ τοῦτο συμβαίνει τοὺς μέν ἄλλως ἀναμετρῆσαι, τοὺς δὲ ἑτέρως. Ἄξιον οὖν συγγνώμης τὸ περὶ τὸν ἀριθμὸν τῶν σταδίων εὑρισκόμενον πταῖσμα, πλὴν εἷ μή που παρὰ πολὺ τοῦτο γίνοιτο, ἐπεὶ καὶ ἄλλως παρὰ πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παλαιοῖς, ὅσοι περίπλους γεγράφασιν, ἐπὶ πασῶν τῶν θαλαττῶν τὸν τῶν σταδίων ἀριθμὸν οὐκ ἄν τις εὗροι συνᾴδοντα. Τῆς δὲ τοιαύτης διαφωνίας τὰς αἰτίας μακρὸν ἂν εἴη λέγειν. Οὕτω δὲ τούτων ἐχόντων, ἐθνῶν μὲν καὶ πόλεων παραθαλαττίων καὶ ἐπινείων.....

3... τὴν ἑσπέραν εἰσέχει ἀπὸ τοῦ καλουμένου Ἀτλαντικοῦ πελάγους τὴν εἰσροὴν ἔχουσα, καὶ ἐπὶ πολὺ χωρεῖ εἴσω τῆς γῆς, ὡς πρὸς τὰς ἀνατολὰς μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ὅς ἐστιν ἐν τῷ Κιλικίῳ ἔθνει. Ἐστι δʼ ὁ εἴσπλους αὐτῆς στενώτατος κατὰ τὰς λεγομένας Ἡρακλέους στήλας ἤτοι [τὸν] Ἡράκλειον πορθμὸν, σταδίων ὑπάρχων πʹ, καὶ τοῦτό ἐστι τοῦ κόλπου τούτου ἤτοι τῆς θαλάτ-