Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/672

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2—4.517
PERIPLOUS MARIS EXTERI. LIBER I.

νήσοις· ὧν τήν μέν πρώτην κατὰ [ τὸ ] μεσαίτατον τοῦ Ἰνδικοῦ πελάγους κεῖσθαι συνέστηκε, τὰς δʼ ἑτέρας δύο ἐν τῷ ἀρκτῴῳ ὠκεανῷ.

2. Εἰδὼς δὲ καὶ ἑτέρους τῶν παλαιῶν περὶ τὴν τοιαύτην σπουδάσαντας ὑπόθεσιν, καὶ τοὺς μέν μερικάς τινας ποιησαμένους τὰς διηγήσεις, τοὺς δὲ καὶ πλειόνων ἁψαμένους τόπων· πολλὴν ἐθέμην φροντίδα, μηδενὸς τούτων ὀφθῆναι δεύτερος, τήν ἀκρίβειαν τῶν ῥηθησομένων τῆς ἡμετέρας περὶ τοῦτο σπουδῆς ἐναργὲς ἐλπίσας ἔσεσθαι γνώρισμα. Τούτου δή χάριν καὶ τὴν αἰτίαν τῆς γινομένης περὶ τὴν ἀναμέτρησιν τῶν σταδίων διαφωνίας ᾠήθην δεῖν παραστῆσαι τοῖς ἐντευξομένοις τῆς γὰρ τοιαύτης ὑποθέσεως τὸ ἀκριβές οὐκ ἐν ταῖς θέσεσι τῶν τόπων μόνον καὶ πόλεων καὶ νήσων καὶ λιμένων ἐχούσης, ἀλλὰ πρό γε πάντων ἐν τοῖς σταδίοις καὶ ταῖς τῶν χωρίων διαμετρήσεσιν, ἀκόλουθον οἶμαι λόγον ἐρεῖν, καὶ τοῖς βουλομένοις κατὰ φύσιν σκοπεῖν τὴν ἐν τῷ περίπλῳ τῆς θαλάττης ἀναμέτρησιν ἀληθῆ φανησόμενον, καίτοιγε τῶν περὶ τούτων σπουδασάντων οὐδενὸς ἐπισημηναμένου τοῦτο, ἀλλʼ ὥσπερ σχοινίῳ διαμεμετρημένης τῆς θαλάττης, οὕτω τὸν ἀριθμὸν τῶν σταδίων ἀπαγγειλάντων. Φημὶ δή οὐκ ἐν ἅπασι τοῖς τῆς θαλάττης μέρεσι ῥάδιον εἶναι τὸν τῶν σταδίων ἀριθμὸν πρὸς τὸ ἀκριβέστατον ἀνευρεῖν· ἀλλʼ εἰ μὲν ᾐών τις εὐθεῖα τυγχάνει, μήτε κοιλότητας μήτε ἐξοχὰς ἔχουσα, τοῦ παρὰ ταύτην γινομένου πλοῦ τὴν ἀναμέτρησιν ὡς ἐπίπαν ῥαδίαν εἶναι τῶν δὲ κόλπων καὶ τῶν ἀκρωτηρίων ἤτοι χερρονήσων τὸν περίπλουν οὐ δυνατὸν ἀκριβῆ παραστῆσαι. Οὐ γὰρ καθʼ ὡμολογημένων τόπων, ὅσπερ ἐπὶ τῆς γῆς διὰ ταῶν λεωφόρων τήν ὁδοιπορίαν ποιοῦνται, οὕτω κἀπὶ τῆς θαλάσσης τὸν πλοῦν ἀνύουσιν. Ὑποκείσθω γὰρ λόγου χάριν κόλπος κατὰ τὸν