Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/671

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
516(P. 1, 2 Huds..)
MARCIANI HERACLEENSIS

Ἰνδικῆς τῆς ἐκτὸς Γάγγου ποταμοῦ καί τῶν ἐν αὐτῇ κόλπων περίπλους.

Σινῶν καὶ τῶν ἐν αὐτοῖς κόλπων περίπλους.

Τοῦ Θηριώδους κόλπου περίπλους.

Τοῦ τῶν Σινῶν κόλπου περίπλους.

Ἀνακεφαλαίωσις τῶν προειρημένων ἁπάντων διαστημάτων.

ΠΡΟΟΙΜΙΟΝ

[Τῆς μέν ἐντὸς τῶν Ἡρακλείων στηλῶν] κειμένης θαλάσσης, ἣν ὁ περιέχων τήν γῆν ὠκεανὸς [πρὸς] ἑσπέρας ἐπιτελεῖ, κατὰ τὸν καλούμενον Ἡράκλειον πορθμὸν τὴν εἰσροὴν ποιούμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος ἐν τοῖς ἕνδεκα τῆς γεωγραφίας βιβλίοις τὸν περίπλουν, ὡς ἂν ἦν μάλιστα δυνατὸν, συνέγραψεν, ἡμεῖς δὲ τῶν βιβλίων τούτων τὰς περιττὰς τοῦ μνημονευθέντος ἀνδρὸς παρεκβάσεις, προσέτι δὲ βαρβάρων Αἰθιοπικὰς πόλεις ἀφέντες, ἐν ἐπιτομῆ σαφέστατα μετʼ ἀκριβοῦς [τῶν] ἐφευρεθέντων προσθήκης τὸν περίπλουν ἐποιησάμεθα, ὡς μηδέν ἐνδεῖν πρὸς τελειοτάτην σαφήνειαν τοῖς περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζουσι. Τῶν [δὲ] ὠκεανῶν ἑκατέρων τοῦ τε ἑῴου καὶ τοῦ ἑσπερίου (ἄν τὴν εἴδησιν, ἐς ὅσον ἐφικτὸν ἀνθρώποις, ἡ τῶν πολλῶν σπουδὴ καὶ φιλομαθία σαφῆ κατέστησεν) ἐκ τῆς γεωγραφίας τοῦ θειοτάτου καὶ σοφωτάτου Πτολομαίου ἔκ τε τῆς Πρωταγόρου τῶν σταδίων ἀναμετρήσεως, ὅν τοῖς οἰκείοις τῆς γεωγραφίας βιβλίοις προστέθεικεν, ἔτι μήν καὶ ἑτέρων πλείστων ἀρχαίων ἀνδρῶν, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα ἐν βιβλίοις δυσὶ, τὸν μὲν ἑῷον καὶ μεσημβρινὸν ὠκεανὸν ἐν τῷ προτέρῳ βιβλίῳ, τὸν δʼ ἑσπέριον καὶ τὸν ἀρκτῷον ἐν τῷ δευτέρῳ, ἅμα ταῖς ἐν αὐτοῖς κειμέναις μεγίσταις νήσοις, τῇ τε Ταπροβάνῃ καλουμένῃ, τῇ Παλαισιμούνδου λεγομένῃ πρότερον, καὶ ταῖς Πρεττανικαῖς ἀμφοτέραις