Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/624

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἰς Κέρκιναν ** κατὰ [τὴν] πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος.

ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.

113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ.

114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ´ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.

115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρω-