Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/593

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν [τῇ] πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον.

30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρνʹ. Παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ´ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.

31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρνʹ·