Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/588

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφ´ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.

16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται (μεγάλη)· αὐτὴν ἔχων δεξιὰν, κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.

18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσσου νότον.

19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος· ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον.