Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/545

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται.

23. Ἀπὸ δὲ Θερμώδοντος εἰς Βῆριν ποταμὸν στάδιοι ἐνενήκοντα. Ἐνθένδε εἰς Θόαριν ποταμὸν ἑξήκοντα. Ἀπὸ δὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. Ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα. Ἐνθένδε εἰς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. Ἐνθένδε εἰς Πολεμώνιον πόλιν στάδιοι δέκα. Ἀπὸ Πολεμωνίου εἰς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. Ἐνθένδε εἰς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. Ἀπὸ δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα· ἐν Βοῶνι ὅρμος ναυσί. Ἐνθένδε εἰς Κοτύωρα ἐνενήκοντα. Ταύτης