Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/544

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μαίων ἐπικρατείᾳ ῥέει, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλὰ ἀπὸ ἀνίσχοντος ἡλίου. Καθότι δὲ εἰσβάλλει εἰς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα. Ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα· ἵναπερ καὶ λίμην ἐστίν. Ἐνθένδε ἐς Κωνωπεῖον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. Ἀπὸ δὲ Κωνωπείου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσι. Ἐνθένδε εἰς Ἀμισὸν ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάττῃ οἰκεῖται. Ἀπὸ δὲ Ἀμισοῦ εἰς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις εἰσβάλλει εἰς τὸν Πόντον, στάδιοι ἑξήκοντα καὶ ἑκατόν. Ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. Ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα.