Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/542

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ραμβιν εἴκοσι καὶ ἑκατόν. Ἐνθένδε εἰς Ζεφύριον ἑξήκοντα. Ἀπὸ δὲ Ζεφυρίου εἰς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δ' ἂν ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν κατέχοι. Ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν.

21. Ἐνθένδε εἰς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα. Καὶ ἐν Κινώλει σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους. Ἀπὸ δὲ Κινώλιος ἐς Στεφάνην ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής. Ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. Ἐνθένδε εἰς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. Ἀπὸ δὲ Λεπτῆς ἄκρας ἐς