Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/540

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ράκην ἐνενήκοντα· Σανδαράκη ὅρμος ναυσὶ μικραῖς. Ἐνθένδε εἰς Κρηνίδας ἑξήκοντα. Καὶ ἀπὸ Κρηνίδων εἰς Ψύλλαν ἐμπόριον τριάκοντα. Ἐνθένδε εἰς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάττῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα. Ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν. Ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν. Μέχρι τοῦδε Θρᾷκες οἱ Βιθυνοὶ νέμονται· ὧν καὶ Ξενοφῶν ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο, ὅτι μαχιμώτατοι εἶεν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε τῇ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἁρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.

20. Τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία. Ἀπὸ Παρθενίου ἐς Ἄμαστριν, πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρμος ναυσίν. Ἔνθεν εἰς Ἐρυθίνους ἑξήκοντα.