Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/538

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. Λιμὴν ὑπὸ τῇ νησῖδι. Καὶ ἔνθεν εἰς Χηλὰς στάδιοι εἴκοσιν. Ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει εἰς τὸν Πόντον. Ἐνθένδε εἰς τοῦ Ὑπίου τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. Εἰς δὲ Λιλαῖον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν· καὶ ἀπὸ τοῦ Λιλαίου εἰς Ἔλαιον ἑξήκοντα. Ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. Ἀπὸ Κάλητος ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου εἰς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν· ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν.