Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/536

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν. Καί ἐστιν στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθ' ὅ τι εἰσβάλλει εἰς τὴν Προποντίδα. Ταῦτα μὲν εἰδότι σοι λέγω. Ἀπὸ δὲ τοῦ ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα. Ἔπειτα Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. Ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν. Ἀπὸ δὲ Ἀρτάνου εἰς Ψίλιν ποταμὸν