Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/535

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

16. Μέχρι μὲν δὴ Ἀψάρου ὡς πρὸς ἕω ἐπλέομεν ἐν δεξιᾷ τοῦ Εὐξείνου. Ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἶναι κατὰ μῆκος τοῦ Πόντου· ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλοῦς ἡμῖν ἐγίνετο ἔστε ἐπὶ Χῶβον ποταμόν, καὶ ὑπὲρ τὸν Χῶβον ἐπὶ τὸν Σιγάμην. Ἀπὸ δὲ Σιγάμου ἐκάμπτομεν εἰς τὴν λαιὰν πλευρὰν τοῦ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον ποταμόν. Ἀπὸ δὲ τοῦ Ἵππου ὡς ἐπ' Ἀστέλεφον καὶ Διοσκουριάδα κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς. Καὶ τοῦ Καυκάσου κορυφή τις ἐδείκνυτο, Στρόβιλος τῇ κορυφῇ ὄνομα, ἵναπερ ὁ Προμηθεὺς κρεμασθῆναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται.

17. Τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει. Τὸ ἱερὸν τοῦ Διὸς τοῦ