Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/532

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κοντα· καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ναυσίπορον εἰσεπλεύσαμεν, ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν. Ὧν δὲ ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ γράμματα. Ἀπὸ δὲ Χώβου Σιγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον· διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. Ἔχεται δὲ τοῦ Σιγάμου Ταρσούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν. Ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους