Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/527

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τομεν μόγις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν εἰς τὰς Ἀθήνας.

6. Ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον· καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ χωρίῳ, καὶ φρούριόν τί ἐστὶν ἠμελημένον. Ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὐτοῦ τοῦ εὔρου· σῴζοιτο δ' ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλὰ οὐ τοῦ γε ἀπαρκίου, οὐδὲ τοῦ θρασκίου μὲν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου. Εἰς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλὰ εἰς νότον μεθειστήκει, καὶ δι' ὀλίγου ἀπὸ τοῦ νότου εἰς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἦν. Πρὶν οὖν παντάπασιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἠδύναντο, ταύτας αὐτοῦ ἐνεωλκήσαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμοῦσα ἀσφαλῶς ἐσάλευε. Τὰς δὲ πολλὰς ἐδόκει πέμπειν εἰς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. Καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν εἰς τὴν ἠϊόνα καὶ συνέτριψεν. Ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἧλοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλλου ἢ ξύλων δεῖσθαι ναυπηγησίμων εἰς τὴν κατασκευήν· ὧν παμπόλλη, ὡς οἶσθα, ἀφθονία ἐστὶν κατὰ τὸν Πόντον. Οὗτος ὁ χειμὼν ἐπὶ δύο ἡμέρας κατεῖχεν, καὶ ἦν ἀνάγκη μένειν. Ἐχρῆν γὰρ ἄρα μηδὲ τὰς ἐν τῷ Πόντῳ Ἀθήνας παραπλεῦσαι ἡμᾶς ὥσπερ τινὰ ὅρμον ἔρημον καὶ ἀνώνυμον.

7. Ἐνθένδε ἄραντες ὑπὸ μὲν τὴν ἕω πλαγίου τοῦ κλύδωνος ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλατταν καὶ διατρεμῆσαι ἐποίησε. Καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείονας ἢ πεντήκοντα καὶ διακοσίους εἰς Ἄψαρον, ἵναπερ αἱ πέντε σπεῖραί εἰσιν ἱδρυμέναι. Καὶ τὴν μισθοφορὰν τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρασκευὴν τὴν ἐνοῦσαν. Ἥντινα δὲ ὑπὲρ