Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/526

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον· καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν. Οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι. Καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών. Χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μὲν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπάτορα· ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ ὥσπερ ὁ Ξενοφῶν ἐν Κάλπης λιμένι ὑφ' ἁμάξης βοῦν λαβὼν δι' ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές· καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ ἐπὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν. Ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα, ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες εὔξαιντο τἀγαθὰ, καὶ ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν.

4. Ἐκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ εἰς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ὅσον εἰς διακονίαν ἔχει· ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν.

5. Ἐνθένδε ἐπλέομεν τὰ μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις· εἶτα γαλήνη ἐπέλαβεν, ὥστε καὶ ἡμεῖς τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα. Ἔπειτα δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατ' εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ καὶ μόνον [οὐκ] ὤλεσεν ἡμᾶς· κοίλην μὲν γὰρ δι' ὀλίγου τὴν θάλατταν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον, ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεισρεῖν ἡμῖν ἐκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν·

Καὶ τὴν μὲν ἐξαντλοῦμεν, ἣ δ' ἐπεισρέει·

ἀλλ' οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον·ταύτῃ καὶ ἠνύ-