Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/525

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΑΡΡΙΑΝΟΥ ΕΠΙΣΤΟΛΗ
ΠΡΟΣ ΤΡΑΙΑΝΟΝ [ΑΔΡΙΑΝΟΝ]
ΕΝ ῌ ΚΑΙ
ΠΕΡΙΠΛΟΥΣ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ.

ΑΥΤΟΚΡΑΤΟΡΙ ΚΑΙΣΑΡΙ ΤΡΑΙΑΝῼ ΑΝΔΡΙΑΝῼ ΣΕΒΑΣΤῼ ΑΡΡΙΑΝΟΣ ΧΑΙΡΕΙΝ.

1. Εἰς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάττῃ ᾠκισμένην, Σινωπέων ἄποικον. Καὶ τὴν μὲν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν, ὅθενπερ καὶ Ξενοφῶν ἐκεῖνος καὶ σύ.

2. Καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται· τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν. Ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν. Ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σός, τῷ μὲν σχήματι ἡδέως· ἀποδείκνυσιν γὰρ τὴν θάλατταν· τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός· ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον εἰς μνήμην αἰώνιον.

3. Πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαῦλος· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. Εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλι-