Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/442

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸ πέλαγος ἀπαντᾶν ἀπ ́ αὐτοῦ λευκὸν ὕδωρ. Σημεῖον δὲ ἤδη τῆς περὶ αὐτὴν [τὴν] χώραν ἐπιβολῆς τοῖς ἐκ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ἐκ τοῦ βάθους· τῶν γὰρ ἐπάνω καὶ περὶ τὴν Περσίδα τόπων σημεῖόν ἐστιν αἱ λεγόμεναι γράαι. Ἑπτὰ δὲ οὗτος ὁ ποταμὸς ἔχει στόματα, λεπτὰ δὲ ταῦτα καὶ τεναγώδη, καὶ τὰ μὲν ἄλλα διάπλουν οὐκ ἔχει, μόνον δὲ τὸ μέσον, ἐφ ́ οὗ καὶ παραθαλάσσιον ἐμπόριόν ἐστιν Βαρβαρικόν. Πρόκειται δὲ αὐτοῦ νησίον μικρὸν, καὶ κατὰ νώτου μεσόγειος ἡ μητρόπολις αὐτῆς τῆς Σκυθίας Μινναγάρ· βασιλεύεται δὲ ὑπὸ Πάρθων, συνεχῶς ἀλλήλους ἐνδιωκόντων.

39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίζεται, τὰ δὲ φορτία πάντα εἰς τὴν μητρόπολιν ἀναφέρεται διὰ τοῦ ποταμοῦ τῷ βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δὲ οὐ πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα,