Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/230

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Μάγυτος καὶ ποταμὸς Καταρράκτης, Πέργη πόλις καὶ ἱερὸν Ἀρτέμιδος. Ἐπ᾽ εὐθείας δὲ παράπλους ἐστὶν Λυκίας ἀπὸ * ἡμέρας καὶ νυκτός· ὁ δὲ παρὰ γῆν διπλάσιος τούτου· ἔστι γὰρ κολπώδης.

101. Παμφυλια. Μετὰ δὲ Λυκίαν ἐστὶ Παμφυλία ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Ἄσπενδος πόλις· εἰς ταύτην ὁ ἀνάπλους γίνεται κατὰ ποταμόν· ὁ δὲ ποταμός ἐστιν Εὐρυμέδων· εἶτα πόλις Σύλλειον, ἄλλη πόλις Σίδη, Κυμαίων ἀποικία, καὶ λιμήν. Παράπλους Παμφυλίας ἀπὸ Πέγνης ἥμισυ ἡμέρας. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Παμφυλίας, Κίβυρα, εἶτα Κορακήσιον.