Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/226

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Κάϊκος. Μέτα Πιτάνην Ἐλαία, Γρύνειον, Ἀχαιῶν λιμήν· ἐν τούτῳ λέγονται Ἀχαιοὶ βουλεύσασθαι ἐπὶ τὸν Τήλεφον πότερον στρατεύοιεν ἢ ἀπίοιεν· πόλις Μύρινα καὶ λιμήν, Κύμη καὶ λιμὴν (ὑπὲρ δὲ Κύμης ἐν μεσογείαι πόλις Ἑλληνίς ἐστιν Αἰγαὶ) καὶ Λεῦκαι καὶ λιμένες καὶ Σμύρνα, ἐν ᾗ Ὅμηρος ἦν, Φώκαια καὶ λιμὴν καὶ Ἕρμος ποταμός, Κλαζομεναὶ καὶ λιμήν, Ἐρυθραὶ καὶ λιμήν. Κατὰ δὲ ταύτας νῆσός ἐστι Χίος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Γέραι πόλις καὶ λιμήν, Τέως πόλις καὶ λιμήν, Λέβεδος, Κολοφὼν ἐν μεσογείᾳ, Νότιον καὶ λιμήν, Ἀπόλλωνος