Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/225

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

97. Λεσβος. Κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, εʹ πόλεις ἔχουσα ἐν αὐτῇ τάσδε· Μήθυμναν, Ἄντισσαν, Ἐρεσόν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας ἔχουσαν δύο. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις· ὄνομα δὲ ταύτης Πορδοσελήνη. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς νήσους.

98. Λυδια. Ἀπὸ Ἀντάνδρου καὶ τῆς Αἰολικῆς τὸ κάτω ἦν πρότερον μὲν δι᾽ αὑτὴν ἡ χώρα Μυσία μέχρι Τευθρανίας, νῦν δὲ Λυδία. Μυσοὶ δ᾽ ἐξανέστησαν εἰς τὴν ἤπειρον ἄνω. Εἰσὶ δὲ πόλεις ἐν αὐτῇ Ἑλληνίδες καὶ ἐν τῇ Λυδίαι αἵδε· Ἄστυρα, οὗ τὸ ἱερὸν [Ἀρτέμιδος, καὶ] Ἀδραμύττιον. Ἡ δὲ χώρα Λεσβία· καὶ ὑπὲρ ταύτης ἡ Χίων χώρα καὶ πόλις Ἀταρνεύς· ὑπὸ δὲ ταῦτα ἐπὶ θάλατταν λιμὴν Πιτάνη καὶ ποταμὸς