Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/207

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

66. Μακεδονια. Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνίς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμός, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν· Ἄξιος ποταμός, Ἐχέδωρος ποταμός, Θέρμη πόλις, Αἴνεια Ἑλληνίς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ Παλλήνῃ Ἑλληνίδες· Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηΐς,