Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/203

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ὀρχομενὸς ἐν μεσογείαι. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σνʹ.

60. Λοκροι. Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατ᾽ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σʹ.

61. Φωκεις. Μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς· διήκουσι γὰρ καὶ οὕτοι εἰς τὴν θάλασσαν ταύτην. Καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε· Θρόνιον, Κνημίς, Ἐλάτεια, Πανοπεύς. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Φωκέων χώρας στάδια σʹ

62. Μηλιεις. Μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ ὁ κόλπος ὁ Μηλιεύς. (Ἐν τούτῳ [τῷ] κόλπῳ εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε· Ἐριννεός, Βοῖον, Κυ-