Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/202

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Κύθνος νῆσος καὶ πόλις· Σέριφος νῆσος καὶ πόλις καὶ λιμήν· Σίφνος· Πάρος λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· Νάξος· Δῆλος· Ῥήνη· Σῦρος· Μύκονος (αὕτη δίπολις)· Τῆνος καὶ λιμήν· Ἄνδρος καὶ λιμήν. Αὗται μὲν αἱ Κυκλάδες νῆσοι. ὑπὸ δὲ ταύταις ἕτεραι νῆσοι αἵδε πρὸς νότον· Ἴος καὶ λιμήν (ἐν ταύτῃ Ὃμηρος τέθαπται)· Ἀμοργός, αὕτη τρίπολις καὶ λιμήν· Ἴκαρος, δίπολις.

Μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος· αὕτη τετράπολις· εἰσὶ δὲ ἐν αὐτῇ Κάρυστος, Ἐρέτρια καὶ λιμήν, Χαλκὶς καὶ λιμήν, Ἑστίαια καὶ λιμήν. Ἡ δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστόν, Ποσειδῶνος ἱερόν, ἔχει στάδια ͵ατνʹ· τὸ δὲ πλάτος στενή ἐστιν ἡ Εὔβοια.

Ἐν δὲ τῷ Αἰγαίῳ πελάγει εἰσὶ νῆσοι αἵδε· κατ᾽ Ἐρέτριαν Σκῦρος καὶ πόλις· Ἴκος, αὕτη δίπολις· Πεπάρηθος, αὕτη τρίπολις καὶ λιμήν· Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. Μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

59. Βοιωτοι. Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος· καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερόν, Εὔρίπος, τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαί,