Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/201

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μυών. Παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τʹ.

56. Μεγαρα. Ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστί, καὶ λιμὴν καὶ Νίσαια τεῖχος. Παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος (ἔστι γὰρ οὗτος ὅρος τῆς Ἀθηναίων χώρας) στάδια ρμʹ.

57. Αττικη. Μετὰ δὲ Μεγαρεῖς εἰσὶν Ἀθηναίων πόλεις. Καὶ πρῶτον τῆς Ἀττικῆς Ἐλευσίς, οὗ ἱερὸν Δήμητρός ἐστι, καὶ τεῖχος. Κατὰ τοῦτό ἐστι Σαλαμὶς νῆσος καὶ πόλις καὶ λιμήν. Ἔπειτα ὁ Πειραιεὺς καὶ τὰ σκέλη καὶ Ἀθῆναι. Ὁ δὲ Πειραιεὺς λιμένας ἔχει γʹ. Ἀνάφλυστος τεῖχος καὶ λιμήν· Σούνιον ἀκρωτήριον καὶ τεῖχος· ἱερὸν Ποσειδῶνος· Θορικὸς τεῖχος καὶ λιμένες δύο· Ῥαμνοῦς τεῖχος. Εἰσὶ δὲ καὶ ἄλλοι λιμένες ἐν τῇ Ἀττικῇ πολλοί. Περίπλους τῆς Ἀθηναίων χώρας στάδια ͵αρμʹ· ἀπὸ Ἰαπίδος χώρας ἐπὶ Σούνιον στάδια υϞʹ· ἀπὸ Σουνίου μέχρι τῶν ὅρων τῶν Βοιωτίων στάδια χνʹ.

58. Νησοι Κυκλαδες. Κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις· Κέως· (αὕτη τετράπολις· [Ποιήεσσα πόλις] καὶ λιμήν, Κορησσία, Ἰουλὶς, Καρθαία·) Ἑλένη·