Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/193

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πολλαὶ Αἰτωλοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Αἰτωλίας ἡμέρας μιᾶς. Ἡ δὲ Αἰτωλία παρήκει τὴν Λοκρίδα πᾶσαν ἀπὸ μεσογείας μέχρι Αἰνιανῶν.

36. Λοκροι. Μετὰ δὲ Αἰτωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.

37. Φωκεις. Εὰ δὲ Λοκροὺς Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.

38. Βοιωτοι. Μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Κορσιαὶ, Σίφαι καὶ λιμήν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. Παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον.

39. Μεγαρεις. Μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Αἰγόσθενα, Πηγαί, τεῖχος Γεράνεια, Ἄρις. Παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρʹ.