Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/192

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ταῦτα πόλις Φαρὰ καὶ κατὰ ταῦτα νῆσός ἐστιν Ἰθάκη, καὶ πόλις καὶ λιμήν· μετὰ ταῦτα νῆσος Κεφαληνία. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἀπέλιπον. Μετὰ δὲ ταῦτα πόλις Ἀλυζία, καὶ κατὰ ταύτην νῆσος Κάρνος, καὶ πόλις Ἀστακὸς καὶ λιμὴν καὶ ποταμὸς Ἀχελῷος καὶ Οἰνιάδαι πόλις· καὶ εἰς ταύτας (τὰς πόλεις) ἀνάπλους ἐστὶ κατὰ τὸν Ἀχελῷον. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀκαρνάνων ἐν μεσογείαι. Παράπλους δὲ Ἀκαρνανίας ἐστὶν ἡμερῶν δύο *. Ἡ δὲ Ἀκαρνανία ἐστὶ πᾶσα εὐλίμενος· καὶ κατὰ ταῦτα νῆσοι παράκεινται πολλαί, ἃς ὁ Ἀχελῷος προσχωννύων ἤπειρον ποεῖ. Καλοῦνται Ἐχινάδες οἱ νῆσοι· εἰσὶ δὲ ἔρημοι.

35. Αἰτωλια. Μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε· Καλυδών, Ἁλίκαρνα, Μολύκρεια· καὶ ὁ Δελφικὸς κόλπος· στόμα δὲ τοῦ κόλπου ἐστὶ στάδια ιʹ, καὶ ἐπ᾽ αὐτοῦ ἱερόν· καὶ Ναύπακτος πόλις· καὶ ἐπ᾽ αὐτῇ πόλεις εἰσὶν ἄλλαι