Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/191

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκʹ.

34. Ακαρνανια. Μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστί, καὶ πρώτη πόλις αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀνακτόριον καὶ λιμήν, καὶ ἔξω τοῦ Ἀνακορικοῦ κόλπου αἵδε· Ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν· αὕτη ἀπέχει ἐπὶ τὸν Λευκάταν, ὅ ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῇ θαλάττῃ *. Αὕτη ἡ πόλις τὸ πρὶν καὶ Ἐπιλευκάδιοι ὠνομάζοντο. Ἀκαρνᾶνες δὲ στασιάσαντες ἔλαβον ἐκ Κορίνθου ἐποίκους χιλίους· οἱ δὲ ἔποικοι ἀποκτείναντες, τούτων τὴν χώραν αὐτοὶ ἔχουσιν. Αὕτη δ᾽ ἐστὶ νῦν νῆσος τὸν ἰσθμὸν ἀποτεταφρευμένη [Εὔριπος Διόρυκτος ἐν τῷ ἰσθμῷ]. Μετὰ