Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/185

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νίδες αὗται. Πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παραπλεῦσαι πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν. Καὶ νῆσος τῆς παραλίας χώρας ἐγγύς, ᾗ ὄνομα Μελίτη, καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ᾗ ὄνομα Κέρκυρα ἡ μέλαινα· καὶ ἐκτρέχει τῷ ἑνὶ τῶν ἀκρωτηρίον νῆσος αὕτη τῆς παραλίας χώρας σφόδρα, τῷ δὲ ἑτέρῳ ἀκρωτηρίῳ καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. Ἀπὸ δὲ τῆς Μελίτης ἀπέχει στάδια κʹ, τῆς δὲ παραλίας χώρας ἀπέχει στάδια ηʹ.

24. Μανιοι. Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποταμός· ὁ δὲ εἴσπλους ὁ εἰς τὸν Νάρονά ἐστιν οὐ στενός· εἰσπλεῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια πʹ. Οὗτοι δέ εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει ἡ λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐν τῇ λίμνῃ ἔνεστι σταδίων ρκʹ· ἡ δὲ νῆσος αὕτη ἐστὶ εὐγέωργος σφόδρα. Ἀπὸ δὲ ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ [ἐπὶ τὸν Ῥιζοῦντα ποταμὸν] πλοῦς ἡμέρας