Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/181

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

19. Ενετοι. Μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. Ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς.

20. Ιστροι. Μετὰ δὲ Ἐνετούς εἰσιν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. Οὗτος ὁ ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει ἐνδιεσκευνῶς * εἰς Αἴγυπτον. Παράπλους δὲ τῆς Ἰστριανῶν χώρας ἡμέρας καὶ νυκτός.

21. Λιβυρνοι. Μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. Ἐν δὲ τούτῳ τῷ ἔθνει πόλεις εἰσὶ παρὰ θάλατταν Λιὰς, Ἴδασσα, Ἀττιενίτης, Δυύρτα, Ἀλουψοί,