Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/177

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πόλις ἐστὶν Ἑλληνὶς Ἱμέρα, μετὰ δὲ Ἱμέραν πόλιν Λιπάρα νῆσός ἐστι, καὶ πόλις Ἑλληνὶς Μύλαι καὶ λιμήν. Ἔστι δὲ ἀπὸ Μυλῶν ἐπὶ Λιπάραν νῆσον πλοῦς ἡμέρας ἥμισυ. [Ἔστι δὲ ἡ Σικελία τρίγωνος· τὸ δὲ κῶλον ἕκαστον αὐτῆς ἐστὶ μάλιστα σταδίων ͵αφʹ.]

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε· Λοκροί, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν ᾗ Ὀδυσσεὺς ᾤικει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. Οὗτοι ἐν τῇ Λευκανίᾳ Ἕλληνες.

14. Ιαπυγια. Μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εἰσιν ἔθνος μέχρι Ὠρίωνος ὄρους τοῦ ἐν τῷ κόλπῳ τῷ