Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/176

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

13. Σικελια. Κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀπὸ τῆς Εὐρώπης ἀπέχουσα στάδια ιβʹ εἰς Πελωριάδα ἀπὸ Ῥηγίου. Ἐν δὲ Σικελίᾳ ἔθνη βάρβαρα τάδε ἐστίν· Ἐλυμοι, Σικανοί, Σικελοί, Φοίνικες, Τρῶες. Οὗτοι μὲν βάρβαροι, οἰκοῦσι δὲ καὶ Ἕλληνες. Ἀκρωτήριον δὲ Σικελίας Πελωριάς. Πόλεις δ᾽ εἰσὶν ἀπὸ Πελωριάδος Ἑλληνίδες αἵδε· Μεσσήνη καὶ λιμήν, Ταυρομένιον, Νάξος, Κατάνη, Λεοντῖνοι· εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους κʹ σταδίων· Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος. Ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῇ δύο· τούτων ὁ ἕτερος ἐντὸς τείχους, ὁ δ᾽ ἄλλος ἔξω. Μετὰ δὲ ταύτην πόλις Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. Ἀπὸ Πανύχου δὲ πόλεις Ἑλληνίδες αἵδε· Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. Ἀπὸ δὲ Λιλυβαίου