Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/174

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μεταξύ. Ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτός, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν εἰς τὴν Κύρνον ἐξετραπόμην.

8. Λατινοι. Τυρρηνίας ἔχονται Λατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.

9. Ολσοι. Λατίνων δὲ ἔχονται Ὀλσοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.

10. Καμπανοι. Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πόλις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.

11. Σαυνιται. Καμπανῶν δὲ ἔχονται Σαυνῖται· καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ.

12. Λευκανοι. Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. Ὁ πλοῦς δέ ἐστι παρὰ Λευκανίαν ἡμερῶν Ϛʹ καὶ νυκτῶν Ϛʹ. Ἡ δὲ Λευκανία ἐστὶν ἀκτή. Ἐν ταύτῃ πόλεις εἰσὶν Ἑλληνίδες αἵδε· Ποσειδωνία,