Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/173

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νὶς Μασσιλία καὶ λιμήν **. Ἄποικοι αὗται Μασσαλίας εἰσὶ. Παράπλους δ᾽ ἐστὶ ταύτης ἀπὸ Ῥοδανοῦ ποταμοῦ μέχρι Ἀντίου ἡμερῶν δʹ καὶ νυκτῶν τεσσάρων. Ἀπὸ δὲ Ἡρακλείων στηλῶν μέχρι Ἀντίου ἡ χώρα πᾶσα αὕτη εὐλίμενος.

5. Τυρρηνοι. Ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. Παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.

6. Κυρνος. Κατὰ δὲ Τυρρηνίαν κεῖται νῆσος Κύρνος. Ἔστι δὲ ἀπὸ Τυρρηνίας ὁ πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως· καὶ νῆσος ἐν μέσῳ τῷ πλῷ τούτω οἰκουμένη, ᾗ ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι.

7. Σαρδω. Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. Καὶ νῆσος ἐρήμη ἐν τῷ