Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/164

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἶχε δὲ νήσους ἡ λίμνη τρεῖς μείζους τῆς Κέρνης. Ἀφ᾽ ὧν ἡμερήσιον πλοῦν κατανύσαντες εἰς τὸν μυχὸν τῆς λίμνης ἤλθομεν, ὑπὲρ ἣν ὄρη μέγιστα ὑπερέτεινε, μεστὰ ἀνθρώπων ἀγρίων, δέρματα θήρεια ἐνημμένων, οἳ πέτροις βάλλοντες ἀπήραξαν ἡμᾶς, κωλύοντες ἐκβῆναι.

10. Ἐκεῖθεν πλέοντες εἰς ἕτερον ἤλθομεν ποταμὸν μέγαν καὶ πλατύν, γέμοντα κροκοδείλων καὶ ἵππων ποταμίων. Ὅθεν δὴ πάλιν ἀποστρέψαντες εἰς Κέρνην ἐπανήλθομεν.

11. Ἐκεῖθεν δὲ ἐπὶ μεσημβρίαν ἐπλεύσαμεν δώδεκα ἡμέρας, τὴν γῆν παραλεγόμενοι, ἣν πᾶσαν κατῴκουν Αἰθίοπες φεύγοντες ἡμᾶς καὶ οὐχ ὑπομένοντες· ἀσύνετα δ᾽ ἐφθέγγοντο καὶ τοῖς μεθ᾽ ἡμῶν Λιξίταις.

12. Τῇ δ᾽ οὖν τελευταίᾳ ἡμέρᾳ προσωρμίσθημεν ὄρεσι μεγάλοις δασέσιν. Ἦν δὲ τὰ τῶν δένδρων ξύλα εὐώδη τε καὶ ποικίλα.

13. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα