Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/156

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΑΝΝΩΝΟΣ
ΚΑΡΧΗΔΟΝΙΩΝ ΒΑΣΙΛΕΩΣ
ΠΕΡΙΠΛΟΥΣ
ΤΩΝ ΥΠΕΡ ΤΑΣ ΗΡΑΚΛΕΟΥΣ ΣΤΗΛΑΣ ΛΙΒΥΚΩΝ ΤΗΣ ΓΗΣ ΜΕΡΩΝ,
ὃν καὶ ἀνέθηκεν ἐν τῷ τοῦ Κρόνου τεμένει, δηλοῦντα τάδε.

Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν ἔξω Στηλῶν Ἡρακλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων. καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σῖτα καὶ τὴν ἄλλην παρασκευήν.

2. Ὡς δ᾽ ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δ᾽ αὐτῇ μέγα ὑπῆν.