Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/389

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 401.]331
ΕΙΚΟΝΕΣ

ἀτεχνῶς καὶ ἐλεύθερον ἁπάντων παθῶν, ὧν μετέχει τὰ τῶν ἀνθρώπων ὄρη. ἐνταῦθα τὸν Ἑρμῆν ἀποτεχθέντα Ὧραι κομίζονται. γέγραφε κἀκείνας, ὡς ὥρα ἑκάστης, καὶ σπαργάνοις αὐτὸν ἀμπίσχουσιν ἐπιπάττουσαι τὰ κάλλιστα τῶν ἀνθέων, ὡς μὴ ἀσήμων τύχῃ τῶν σπαργάνων, καὶ αἱ μὲν ἐπὶ τὴν μητέρα τοῦ Ἑρμοῦ τρέπονται λεχὼ κειμένην, ὁ δ᾽ ὑπεκδὺς τῶν σπαργάνων ἤδη βαδίζει καὶ τοῦ Ὀλύμπου κάτεισι. γέγηθε δὲ αὐτῷ τὸ ὄρος, τὸ γὰρ μειδίαμα αὐτοῦ οἷον ἀνθρώπου. νόει δὲ τὸν Ὄλυμπον χαίροντα, ὅτι ὁ Ἑρμῆς ἐκεῖ ἐγένετο. τίς οὖν ἡ κλοπή; βοῦς νεμομένας ἐν τῷ τοῦ Ὀλύμπου πρόποδι, ταύτας δήπου τὰς χρυσόκερως καὶ ὑπὲρ χιόνα λευκάς, ἀνεῖνται γὰρ τῷ Ἀπόλλωνι, ἄγει στροβῶν ἐς χάσμα τῆς γῆς, οὐχ ὡς ἀπόλοιντο, ἀλλ᾽ ὡς ἀφανισθεῖεν ἐς μίαν ἡμέραν, ἔστ᾽ ἂν τὸν Ἀπόλλω δάκῃ τοῦτο, καὶ ὡς οὐδὲν μετὸν αὐτῷ τοῦ γεγονότος ὑποδύεται τὰ σπάργανα. ἥκει καὶ ὁ Ἀπόλλων παρὰ τὴν Μαῖαν ἀπαιτῶν τὰς βοῦς, ἡ δὲ ἀπιστεῖ καὶ ληρεῖν οἴεται τὸν θεόν. βούλει μαθεῖν, ὅ τι καὶ λέγει; δοκεῖ γάρ μοι μὴ φωνῆς μόνον, ἀλλὰ καὶ λόγου τι ἐπιδηλοῦν τῷ προσώπῳ, ἔοικεν ὡς μέλλων πρὸς τὴν Μαῖαν λέγειν ταῦτα· ἀδικεῖ με ὁ σὸς υἱός, ὃν χθὲς ἔτεκες, τὰς γὰρ βοῦς, αἷς ἔχαιρον, ἐμβέβληκεν ἐς τὴν γῆν, οὐκ οἶδ᾽ ὅποι τῆς γῆς. ἀπολεῖται δὴ καὶ ἐμβεβλήσεται κατωτέρω πρὸ τῶν βοῶν. ἡ δὲ θαυμάζει καὶ οὐ προσδέχεται τὸν λόγον. ἔτ᾽ αὐτῶν ἀντιλεγόντων ἀλλήλοις ὁ Ἑρμῆς ἵσταται κατόπιν τοῦ Ἀπόλλωνος καὶ κούφως ἐπιπηδήσας τοῖς μεταφρένοις ἀψοφητὶ λύει τὰ τόξα καὶ συλῶν μὲν διέλαθεν, οὐ μὴν ἠγνοήθη σεσυληκώς. ἐνταῦθα ἡ σοφία τοῦ ζωγράφου· διαχεῖ γὰρ τὸν Ἀπόλλω καὶ ποιεῖ χαίροντα. μεμέ-