Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/388

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
330p. [401.
ΦΙΛΟΣΤΡΑΤΟΥ

ποταμῶν οὗτος μήτε βουκολίοις ἐστὶ βατὸς μήθ᾽ ἵπποις, ἀλλ᾽ οἰνοχοεῖται μὲν ἐκ Διονύσου, πίνεται δὲ ἀκήρατος, μόνοις ἀνθρώποις ῥέων. ταυτὶ μὲν ἀκούειν ἡγοῦ καὶ ᾀδόντων αὐτὰ ἐνίων ῾καἲ κατεψελλισμένων τὴν φωνὴν ὑπὸ τοῦ οἴνου. τὰ δὲ ὁρώμενα τῆς γραφῆς· ὁ μὲν ποταμὸς ἐν βοτρύων εὐνῇ κεῖται τὴν πηγὴν ἐκδιδοὺς ἄκρατός τε καὶ ὀργῶν τὸ εἶδος, θύρσοι δ᾽ αὐτῷ παραπεφύκασι, καθάπερ οἱ κάλαμοι τοῖς ὕδασι, παραμείψαντι δὲ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ταῦτα συμπόσια Τρίτωνες ἤδη περὶ τὰς ἐκβολὰς ἀπαντῶντες ἀρύονται κόχλοις τοῦ οἴνου, καὶ τὸ μὲν πίνουσιν αὐτοῦ, τὸ δ᾽ ἀναφυσῶσιν, εἰσὶ δ᾽ οἳ καὶ μεθύουσι τῶν Τριτώνων καὶ ὀρχοῦνται. πλεῖ καὶ Διόνυσος ἐπὶ κῶμον τῆς Ἄνδρου καὶ καθώρμισται μὲν ἡ ναῦς ἤδη, Σατύρους δὲ ἀναμὶξ καὶ Ληνὰς ἄγει καὶ Σειληνός οἱ τὸν Γέλωτά τε ἄγει καὶ τὸν Κῶμον ἱλαρωτάτω καὶ ξυμποτικωτάτω δαίμονε, ὡς ἥδιστα ὁ ποταμὸς αὐτῷ τρυγῷτο.

ΕΡΜΟΥ ΓΟΝΑΙ.

κϚ΄. Ὁ κομιδῇ παῖς ὁ ἔτι ἐν σπαργάνοις, ὁ τὰς βοῦς ἐς τὸ ῥῆγμα τῆς γῆς ἐλαύνων, ἔτι κἀκεῖνος ὁ συλῶν τοῦ Ἀπόλλωνος τὰ βέλη Ἑρμῆς οὗτος. μάλα ἡσεῖαι αἱ κλοπαὶ τοῦ θεοῦ· φασὶ γὰρ τὸν Ἑρμῆν, ὅτε τῇ Μαίᾳ ἐγένετο, ἐρᾶν τοῦ κλέπτειν καὶ εἰδέναι τοῦτο οὔτι που ταῦτα πενίᾳ δρῶν ὁ θεός, ἀλλ᾽ εὐφροσύνῃ διδοὺς καὶ παίζων. εἰ δὲ βούλει κατ᾽ ἴχνος αὐτὸν κατιδεῖν, ὅρα τὰ ἐν τῇ γραφῇ· τίκτεται μὲν ἐν κορυφαῖς τοῦ Ὀλύμπου, κατ᾽ αὐτὸ ἄνω τὸ ἕδος τῶν θεῶν, ἐκεῖ δὲ Ὅμηρος οὔτε ὄμβρων αἰσθάνεσθαί φησιν οὔτε ἀνέμων ἀκούειν, ἀλλ᾽ οὐδὲ χιόνι βληθῆναί ποτε αὐτὸ δι᾽ ὑπερβολήν, εἶναι δὲ θεῖον