Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/355

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 381.]297
ΕΙΚΟΝΕΣ
ΚΩΜΟΣ.

β΄. Ὁ δαίμων ὁ Κῶμος, παρ᾽ οὗ τὸ κωμάζειν τοῖς ἀνθρώποις, ἐφέστηκεν ἐν θαλάμου θύραις χρυσαῖς, οἶμαι, βραδεῖα δὲ ἡ κατάληψις αὐτῶν ὑπὸ τοῦ ὡς ἐν νυκτὶ εἶναι. γέγραπται δὲ ἡ νὺξ οὐκ ἀπὸ τοῦ σώματος, ἀλλ᾽ ἀπὸ τοῦ καιροῦ, δηλοῖ δὲ τὰ προπύλαια νυμφίους μάλα ὀλβίους ἐν εὐνῇ κεῖσθαι. καὶ ὁ Κῶμος ἥκει νέος παρὰ νέους ἁπαλὸς καὶ οὔπω ἔφηβος, ἐρυθρὸς ὑπὸ οἴνου καὶ καθεύδων ὀρθὸς ὑπὸ τοῦ μεθύειν. καθεύδει δὲ τὸ μὲν πρόσωπον ἐπὶ στέρνα ῥίψας καὶ τῆς δειρῆς ἐκφαίνων οὐδέν, τὴν δὲ ἀριστερὰν προβολίῳ ἐπέχων, εἰλῆφθαι δὲ ἡ χεὶρ δοκοῦσα λύεται καὶ ἀμελεῖ, τὸ εἰωθὸς ἐν ἀρχῇ τοῦ καθεύδειν, ὅταν σαίνοντος ἡμᾶς τοῦ ὕπνου μετέρχηται ὁ λογισμὸς ἐς λήθην ὧν συνέχει, ὅθεν καὶ τὸ ἐν τῇ δεξιᾷ λαμπάδιον ἔοικε διαφεύγειν τὴν χεῖρα, καταρρᾳθυμοῦντος αὐτὴν τοῦ ὕπνου. δεδιὼς δὲ ὁ Κῶμος προσβάλλον τὸ πῦρ τῷ σκέλει περιφέρει τὴν μὲν κνήμην τὴν ἀριστερὰν ἐπὶ τὰ δεξιά, τὸ δὲ λαμπάδιον ἐπὶ τὰ ἀριστερά, ἵν᾽ ἐκκλίνοι τὸν ἀτμὸν τοῦ πυρὸς ἐκκειμένῳ τῷ γόνατι ἀφιστὰς τὴν χεῖρα. πρόσωπα δὲ ὀφείλεται μὲν παρὰ τῶν ζωγράφων τοῖς ἐν ὥρᾳ καὶ τυφλώττουσί γε ἄνευ τούτων αἱ γραφαί, τῷ δὲ Κώμῳ σμικρὰ δεῖ τοῦ προσώπου νενευκότι καὶ ἕλκοντι τὴν ἀπὸ τῆς κεφαλῆς σκιάν. κελεύει δέ, οἶμαι, μὴ ἀπαρακαλύπτως κωμάζειν τοὺς ἐν ἡλικίᾳ τούτου. τὰ δὲ λοιπὰ τοῦ σώματος διηκρίβωται πάντα, περιλάμποντος αὐτὰ τοῦ λαμπαδίου καὶ ἐς φῶς ἄγοντος. ὁ στέφανος δὲ τῶν ῥόδων ἐπαινείσθω μέν, ἀλλὰ μὴ ἀπὸ τοῦ εἴδους — ξανθοῖς γὰρ καὶ κυανοῖς, εἰ τύχοι, χρώμασιν ἀπομιμεῖσθαι τὰς τῶν ἀνθέων