Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/507

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
407
IV 7. 8. 9.

τὴν ὑπερβολὴν τοῦ μεγέθους τῶν ἔργων ἀπιστεῖσθαι τὴν γραφήν. καθόλου μὲν γὰρ ἐν ταῖς μυθολογουμέναις ἱστορίαις οὐκ ἐκ παντὸς τρόπου πικρῶς τὴν ἀλήθειαν ἐξεταστέον. καὶ γὰρ ἐν τοῖς θεάτροις, πεπεισμένοι μήτε Κενταύρους διφυεῖς ἐξ ἑτερογενῶν σωμάτων ὑπάρξαι μήτε Γηρυόνην τρισώματον, ὅμως προσδεχόμεθα τὰς τοιαύτας μυθολογίας, καὶ ταῖς ἐπισημασίαις συναύξομεν τὴν τοῦ θεοῦ τιμήν. καὶ γὰρ ἄτοπον Ἡρακλέα μὲν ἔτι κατ’ ἀνθρώπους ὄντα τοῖς ἰδίοις πόνοις ἐξημερῶσαι τὴν οἰκουμένην, τοὺς δ’ ἀνθρώπους ἐπιλαθομένους τῆς κοινῆς εὐεργεσίας συκοφαντεῖν τὸν ἐπὶ τοῖς καλλίστοις ἔργοις ἔπαινον, καὶ τοὺς μὲν προγόνους διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς ὁμολογουμένην αὐτῷ συγχωρῆσαι τὴν ἀθανασίαν, ἡμᾶς δὲ πρὸς τὸν θεὸν μηδὲ τὴν πατροπαράδοτον εὐσέβειαν διαφυλάττειν. ἀλλὰ γὰρ τῶν τοιούτων λόγων ἀφέμενοι διέξιμεν αὐτοῦ τὰς πράξεις ἀπ’ ἀρχῆς ἀκολούθως τοῖς παλαιοτάτοις τῶν ποιητῶν τε καὶ μυθολόγων.

9  Τῆς Ἀκρισίου τοίνυν Δανάης καὶ Διός φασι γενέσθαι Περσέα· τούτῳ δὲ μιγεῖσαν τὴν Κηφέως Ἀνδρομέδαν Ἠλεκτρύωνα γεννῆσαι, ἔπειτα τούτῳ τὴν Πέλοπος Εὐρυδίκην συνοικήσασαν Ἀλκμήνην τεκνῶσαι, καὶ ταύτῃ Δία μιγέντα δι’ ἀπάτης Ἡρακλέα γεννῆσαι. τὴν μὲν οὖν ὅλην τοῦ γένους ῥίζαν ἀπ’ ἀμφοτέρων τῶν γονέων εἰς τὸν μέγιστον τῶν θεῶν ἀναφέρειν λέγεται τὸν εἰρημένον τρόπον. τὴν