Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/475

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
375
IIΙ 65. 66.

καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευθερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρ’ ἑαυτοῖς ἀποφαίνονται τεκνωθῆναι. καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρ’ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος· τῶν δ’ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καθιδρυμένα. καθόλου δ’ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ θεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν. μαρτυρεῖ δὲ τοῖς ὑφ’ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωθῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ,

οἱ μὲν γὰρ Δρακάνῳ ς’, οἱ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ
φάς’, οἱ δ’ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἱ δέ ς’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ,
ἄλλοι δ’ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ’ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.